Semeur

1 Corinthiens 15

58 versets
Sources WLC · GTR

1 et sœurs, je vous rappelle l’Evangile que je vous ai annoncé, que vous avez reçu et auquel vous demeurez attachés.

GTR γνωριζω δε υμιν αδελφοι το ευαγγελιον ο ευηγγελισαμην υμιν ο και παρελαβετε εν ω και εστηκατε TIS8 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε,

2 C’est par cet Evangile que vous êtes sauvés si vous le retenez tel que je vous l’ai annoncé  ; autrement vous auriez cru en vain.

GTR δι ου και σωζεσθε τινι λογω ευηγγελισαμην υμιν ει κατεχετε εκτος ει μη εικη επιστευσατε TIS8 δι’ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.

3 Je vous ai transmis, comme un de première importance, ce que j’avais moi-même reçu  : est mort pour nos péchés, conformément aux Ecritures  ;

GTR παρεδωκα γαρ υμιν εν πρωτοις ο και παρελαβον οτι χριστος απεθανεν υπερ των αμαρτιων ημων κατα τας γραφας TIS8 παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς,

4 il a été mis au tombeau, il est ressuscité le troisième jour, comme l’avaient annoncé les Ecritures.

GTR και οτι εταφη και οτι εγηγερται τη τριτη ημερα κατα τας γραφας TIS8 καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς,

5 Il est apparu à , puis aux .

GTR και οτι ωφθη κηφα ειτα τοις δωδεκα TIS8 καὶ ὅτι ὤφθη Κηφᾷ, ἔπειτα τοῖς δώδεκα·

6 Après cela, il a été vu par plus de cinq cents frères à la fois, dont la plupart vivent encore aujourd’hui quelques-uns d’entre eux seulement sont morts.

GTR επειτα ωφθη επανω πεντακοσιοις αδελφοις εφαπαξ εξ ων οι πλειους μενουσιν εως αρτι τινες δε και εκοιμηθησαν TIS8 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν·

7 Ensuite, il est apparu à , puis à tous les apôtres.

GTR επειτα ωφθη ιακωβω ειτα τοις αποστολοις πασιν TIS8 ἔπειτα ὤφθη Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν·

8 En tout dernier lieu, il m’est apparu à moi, comme à un né après terme.

GTR εσχατον δε παντων ωσπερει τω εκτρωματι ωφθη καμοι TIS8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.

9 Oui, je suis le moindre des apôtres  ; je ne pas de porter le d’, puisque j’ai persécuté l’Eglise de Dieu.

GTR εγω γαρ ειμι ο ελαχιστος των αποστολων ος ουκ ειμι ικανος καλεισθαι αποστολος διοτι εδιωξα την εκκλησιαν του θεου TIS8 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·

10 Ce que je suis à présent, c’est à la de Dieu que je le dois, et cette qu’il m’a témoignée n’a pas été inefficace. Loin de là, j’ai peiné à la tâche plus que tous les autres apôtres non pas moi, certes, mais la de Dieu qui est avec moi.

GTR χαριτι δε θεου ειμι ο ειμι και η χαρις αυτου η εις εμε ου κενη εγενηθη αλλα περισσοτερον αυτων παντων εκοπιασα ουκ εγω δε αλλ η χαρις του θεου η συν εμοι TIS8 χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ σὺν ἐμοί.

11 Bref, que ce soient eux ou que ce soit moi, voilà le message que nous proclamons et voilà aussi ce que vous avez cru.

GTR ειτε ουν εγω ειτε εκεινοι ουτως κηρυσσομεν και ουτως επιστευσατε TIS8 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.

12 Or, si nous proclamons que est ressuscité, comment quelques-uns parmi vous peuvent-ils prétendre qu’il n’y a pas de des morts  ?

GTR ει δε χριστος κηρυσσεται οτι εκ νεκρων εγηγερται πως λεγουσιν τινες εν υμιν οτι αναστασις νεκρων ουκ εστιν TIS8 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐγήγερται ἐκ νεκρῶν, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;

13 S’il n’y a pas de , alors lui non plus n’est pas ressuscité.

GTR ει δε αναστασις νεκρων ουκ εστιν ουδε χριστος εγηγερται TIS8 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·

14 Et si n’est pas ressuscité, notre n’a plus de contenu, et votre foi est sans objet.

GTR ει δε χριστος ουκ εγηγερται κενον αρα το κηρυγμα ημων κενη δε και η πιστις υμων TIS8 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν·

15 Il y a plus : s’il est vrai que les morts ne ressuscitent pas, nous devons être considérés comme de faux témoins à l’égard de Dieu. En effet, nous avons porté témoignage que Dieu a ressuscité . Mais s’il est vrai que les morts ne ressuscitent pas, il ne l’a pas fait.

GTR ευρισκομεθα δε και ψευδομαρτυρες του θεου οτι εμαρτυρησαμεν κατα του θεου οτι ηγειρεν τον χριστον ον ουκ ηγειρεν ειπερ αρα νεκροι ουκ εγειρονται TIS8 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.

16 Car, si les morts ne peuvent pas revivre, non plus n’est pas revenu à la vie.

GTR ει γαρ νεκροι ουκ εγειρονται ουδε χριστος εγηγερται TIS8 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·

17 Or, si n’est pas ressuscité, votre foi est une illusion, et vous êtes encore sous le poids de vos péchés.

GTR ει δε χριστος ουκ εγηγερται ματαια η πιστις υμων ετι εστε εν ταις αμαρτιαις υμων TIS8 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.

18 De plus, ceux qui sont morts unis à sont à jamais perdus.

GTR αρα και οι κοιμηθεντες εν χριστω απωλοντο TIS8 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.

19 Si c’est seulement pour la vie présente que nous avons mis notre , nous sommes les plus à plaindre des hommes.

GTR ει εν τη ζωη ταυτη ηλπικοτες εσμεν εν χριστω μονον ελεεινοτεροι παντων ανθρωπων εσμεν TIS8 εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.

20 Mais, en réalité, est bien revenu à la vie et, comme les premiers fruits de la moisson, il annonce la .

GTR νυνι δε χριστος εγηγερται εκ νεκρων απαρχη των κεκοιμημενων εγενετο TIS8 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.

21 Car, tout comme la mort a fait son entrée dans ce monde par un homme, la vient aussi par un homme.

GTR επειδη γαρ δι ανθρωπου ο θανατος και δι ανθρωπου αναστασις νεκρων TIS8 ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν·

22 En effet, de même que tous les hommes meurent du fait de leur union avec Adam, tous seront ramenés à la vie du fait de leur .

GTR ωσπερ γαρ εν τω αδαμ παντες αποθνησκουσιν ουτως και εν τω χριστω παντες ζωοποιηθησονται TIS8 ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.

23 Mais cette s’effectue selon un ordre bien déterminé : est ressuscité en premier lieu, comme le premier de la moisson  ; ensuite, au moment où il viendra, ceux qui lui appartiennent ressusciteront à leur tour.

GTR εκαστος δε εν τω ιδιω ταγματι απαρχη χριστος επειτα οι χριστου εν τη παρουσια αυτου TIS8 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ,

24 Puis viendra la fin, lorsque remettra la royauté à Dieu le Père, après avoir réduit à l’impuissance toute Domination, toute et toute Puissance hostiles.

GTR ειτα το τελος οταν παραδω την βασιλειαν τω θεω και πατρι οταν καταργηση πασαν αρχην και πασαν εξουσιαν και δυναμιν TIS8 εἶτα τὸ τέλος, ὅταν παραδιδοῖ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.

25 Il faut, en effet, qu’il règne jusqu’à ce que Dieu ait mis tous ses ennemis sous ses pieds.

GTR δει γαρ αυτον βασιλευειν αχρις ου αν θη παντας τους εχθρους υπο τους ποδας αυτου TIS8 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.

26 Et le dernier ennemi qui sera anéanti, c’est la mort.

GTR εσχατος εχθρος καταργειται ο θανατος TIS8 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·

27 Car, comme il est écrit : Dieu a tout mis sous ses pieds. Mais quand l’Ecriture déclare : Tout lui a été soumis, il faut, de toute évidence, en excepter celui qui lui a donné cette domination universelle.

GTR παντα γαρ υπεταξεν υπο τους ποδας αυτου οταν δε ειπη οτι παντα υποτετακται δηλον οτι εκτος του υποταξαντος αυτω τα παντα TIS8 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.

28 Et lorsque tout se trouvera ainsi amené sous l’ de , alors le Fils lui-même se placera sous l’ de celui qui lui a tout soumis. Ainsi Dieu sera tout en tous.

GTR οταν δε υποταγη αυτω τα παντα τοτε και αυτος ο υιος υποταγησεται τω υποταξαντι αυτω τα παντα ινα η ο θεος τα παντα εν πασιν TIS8 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.

29 D’autre part, pourquoi certains se font-ils baptiser pour les morts ? S’il est vrai que les morts ne ressuscitent pas, pourquoi donc se font-ils baptiser pour eux ?

GTR επει τι ποιησουσιν οι βαπτιζομενοι υπερ των νεκρων ει ολως νεκροι ουκ εγειρονται τι και βαπτιζονται υπερ των νεκρων TIS8 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;

30 Et nous-mêmes, pourquoi affronterions-nous à tous moments des dangers de mort  ?

GTR τι και ημεις κινδυνευομεν πασαν ωραν TIS8 τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;

31 Journellement, je vois la mort en face, frères et sœurs, aussi vrai que je suis fier de vous, à cause de l’œuvre de notre .

GTR καθ ημεραν αποθνησκω νη την [Stephanus (1550) : ημετεραν ] [Scrivener (1894) : υμετεραν ] καυχησιν ην εχω εν χριστω ιησου τω κυριω ημων TIS8 καθ’ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοί, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.

32 Si la lutte que j’ai soutenue à Ephèse, véritable combat contre des fauves, n’a été inspirée que par des motifs purement humains, à quoi cela m’a-t-il servi ? Si les morts ne ressuscitent pas, alors, comme le dit le  : « Mangeons et buvons, car demain nous mourrons. »

GTR ει κατα ανθρωπον εθηριομαχησα εν εφεσω τι μοι το οφελος ει νεκροι ουκ εγειρονται φαγωμεν και πιωμεν αυριον γαρ αποθνησκομεν TIS8 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.

33 Attention, ne vous y trompez pas  : Les mauvaises compagnies corrompent les bonnes mœurs.

GTR μη πλανασθε φθειρουσιν ηθη χρησθ ομιλιαι κακαι TIS8 μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.

34 Revenez une fois pour toutes à votre bon sens, et ne péchez pas ; car certains d’entre vous ne connaissent pas Dieu. Je le dis à votre .

GTR εκνηψατε δικαιως και μη αμαρτανετε αγνωσιαν γαρ θεου τινες εχουσιν προς εντροπην υμιν λεγω TIS8 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.

35 Mais, demandera peut-être quelqu’un, comment les morts ressusciteront-ils  ? Avec quel reviendront-ils à la vie  ?

GTR αλλ ερει τις πως εγειρονται οι νεκροι ποιω δε σωματι ερχονται TIS8 Ἀλλὰ ἐρεῖ τις· πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;

36 Insensés que vous êtes  ! Dans la , la graine que vous semez ne peut reprendre vie qu’après être passée par la mort.

GTR αφρον συ ο σπειρεις ου ζωοποιειται εαν μη αποθανη TIS8 ἄφρων, σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ·

37 Lorsque vous faites vos semailles, vous ne mettez pas en terre le que la plante aura quand elle aura poussé, mais une simple graine, un de blé par exemple ou quelque autre .

GTR και ο σπειρεις ου το σωμα το γενησομενον σπειρεις αλλα γυμνον κοκκον ει τυχοι σιτου η τινος των λοιπων TIS8 καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν·

38 Et Dieu lui donne le qu’il veut. A chaque correspond un particulier.

GTR ο δε θεος αυτω διδωσιν σωμα καθως ηθελησεν και εκαστω των σπερματων το ιδιον σωμα TIS8 ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.

39 Tous les êtres vivants n’ont pas non plus la même  : les hommes ont leur propre , les en ont une autre, les oiseaux une autre encore, une autre aussi les poissons.

GTR ου πασα σαρξ η αυτη σαρξ αλλα αλλη μεν σαρξ ανθρωπων αλλη δε σαρξ κτηνων αλλη δε ιχθυων αλλη δε πτηνων TIS8 οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων.

40 De même, nous distinguons les «   » des astres de ceux des créatures terrestres ; chacun d’entre eux a son aspect propre.

GTR και σωματα επουρανια και σωματα επιγεια αλλ ετερα μεν η των επουρανιων δοξα ετερα δε η των επιγειων TIS8 καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.

41 Le a son propre éclat, de même que la lune, et le rayonnement des est encore différent. Et chaque étoile même brille d’un éclat particulier.

GTR αλλη δοξα ηλιου και αλλη δοξα σεληνης και αλλη δοξα αστερων αστηρ γαρ αστερος διαφερει εν δοξη TIS8 ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.

42 Il en va de même pour la . Lorsque le est porté en terre comme la graine que l’on sème, il est corruptible, et il ressuscite incorruptible  ;

GTR ουτως και η αναστασις των νεκρων σπειρεται εν φθορα εγειρεται εν αφθαρσια TIS8 οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·

43 semé infirme et faible, il ressuscite plein de et glorieux.

GTR σπειρεται εν ατιμια εγειρεται εν δοξη σπειρεται εν ασθενεια εγειρεται εν δυναμει TIS8 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·

44 Ce que l’on enterre, c’est un doué de la seule vie naturelle ; ce qui revit, c’est un dans lequel règne l’. Aussi vrai qu’il existe un doté de la seule vie naturelle, il existe aussi un régi par l’.

GTR σπειρεται σωμα ψυχικον εγειρεται σωμα πνευματικον εστιν σωμα ψυχικον και εστιν σωμα πνευματικον TIS8 σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. εἰ ἔστιν σῶμα Ψυχικόν, ἔστιν καὶ πνευματικόν.

45 L’Ecriture ne déclare-t-elle pas : Le premier homme, Adam, devint un être vivant, doué de la vie naturelle ? Le dernier Adam est devenu, lui, un être qui, animé par l’, communique la vie.

GTR ουτως και γεγραπται εγενετο ο πρωτος ανθρωπος αδαμ εις ψυχην ζωσαν ο εσχατος αδαμ εις πνευμα ζωοποιουν TIS8 οὕτως καὶ γέγραπται, ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν.

46 Mais ce qui vient en premier lieu, ce n’est pas ce qui appartient au règne de l’, c’est ce qui appartient à l’ordre naturel ; ce qui appartient au règne de l’ ne vient qu’ensuite.

GTR αλλ ου πρωτον το πνευματικον αλλα το ψυχικον επειτα το πνευματικον TIS8 ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.

47 Le premier homme, formé de la du sol, appartient à la terre. Le « second homme » appartient au ciel.

GTR ο πρωτος ανθρωπος εκ γης χοικος ο δευτερος ανθρωπος ο κυριος εξ ουρανου TIS8 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.

48 Or, tous ceux qui ont été formés de sont semblables à celui qui a été formé de . De même aussi, ceux qui appartiennent au ciel sont semblables à celui qui appartient au ciel.

GTR οιος ο χοικος τοιουτοι και οι χοικοι και οιος ο επουρανιος τοιουτοι και οι επουρανιοι TIS8 οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·

49 Et comme nous avons porté l’ de l’homme formé de , nous porterons aussi l’ de l’homme qui appartient au ciel.

GTR και καθως εφορεσαμεν την εικονα του χοικου φορεσομεν και την εικονα του επουρανιου TIS8 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

50 Ce que je dis, frères et sœurs, c’est que notre de et de sang ne peut accéder au  : ce qui est corruptible ne peut avoir part à l’incorruptibilité.

GTR τουτο δε φημι αδελφοι οτι σαρξ και αιμα βασιλειαν θεου κληρονομησαι ου δυνανται ουδε η φθορα την αφθαρσιαν κληρονομει TIS8 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.

51 Voici, je vais vous révéler un  : nous ne passerons pas tous par la mort, mais nous serons tous transformés,

GTR ιδου μυστηριον υμιν λεγω παντες μεν ου κοιμηθησομεθα παντες δε αλλαγησομεθα TIS8 ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα,

52 en un instant, en un clin d’œil, au son de la trompette dernière. Car, lorsque cette trompette retentira, les morts ressusciteront pour être désormais incorruptibles, tandis que nous, nous serons changés.

GTR εν ατομω εν ριπη οφθαλμου εν τη εσχατη σαλπιγγι σαλπισει γαρ και οι νεκροι εγερθησονται αφθαρτοι και ημεις αλλαγησομεθα TIS8 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.

53 En effet, ce corruptible doit se revêtir d’incorruptibilité et ce mortel doit se revêtir d’.

GTR δει γαρ το φθαρτον τουτο ενδυσασθαι αφθαρσιαν και το θνητον τουτο ενδυσασθαι αθανασιαν TIS8 δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.

54 Lorsque ce corruptible aura revêtu l’incorruptibilité et que ce mortel aura revêtu l’, alors se trouvera réalisée cette parole de l’Ecriture : La totale sur la mort a été remportée.

GTR οταν δε το φθαρτον τουτο ενδυσηται αφθαρσιαν και το θνητον τουτο ενδυσηται αθανασιαν τοτε γενησεται ο λογος ο γεγραμμενος κατεποθη ο θανατος εις νικος TIS8 ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, κατεπόθη ὁ θάνατος εἰς νῖκος.

55 O mort, qu’est devenue ta  ? O mort, où est ton dard  ?

GTR που σου θανατε το κεντρον που σου αδη το νικος TIS8 ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον;

56 Le dard de la mort, c’est le péché, et le péché tire sa de la Loi.

GTR το δε κεντρον του θανατου η αμαρτια η δε δυναμις της αμαρτιας ο νομος TIS8 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.

57 Mais loué soit Dieu qui nous donne la par notre .

GTR τω δε θεω χαρις τω διδοντι ημιν το νικος δια του κυριου ημων ιησου χριστου TIS8 τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

58 C’est pourquoi, mes chers frères et sœurs, soyez fermes, ne vous laissez pas ébranler, travaillez sans relâche pour le , sachant que la peine que vous vous donnez au du n’est pas inutile.

GTR ωστε αδελφοι μου αγαπητοι εδραιοι γινεσθε αμετακινητοι περισσευοντες εν τω εργω του κυριου παντοτε ειδοτες οτι ο κοπος υμων ουκ εστιν κενος εν κυριω TIS8 ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.

La Bible du Semeur®
Texte copyright © 1992, 1999, 2015 Biblica, Inc.
Utilisé avec la permission de Biblica, Inc. Tous droits internationaux réservés.

« La Bible du Semeur » est une marque déposée auprès de l’Office de l’Union européenne pour la propriété intellectuelle (EUIPO) par Biblica, Inc. Utilisé avec autorisation.

TIS8 — Tischendorf, huitième édition. Texte établi par G. Clint Yale et Ulrik Sandborg-Petersen, MorphGNT ; domaine public. Source.

Continuer l’exploration

Tous les corpus

Bibles, dictionnaires et encyclopédies : poursuivez votre lecture dans l’ensemble des ressources Opera Biblica.