Semeur

Matthieu 22

46 versets
Sources WLC · GTR

1 Jésus leur parla de nouveau au moyen de . Il leur dit :

GTR και αποκριθεις ο ιησους παλιν ειπεν αυτοις εν παραβολαις λεγων TIS8 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς, λέγων·

2 Il en est du royaume des cieux comme d’un roi qui célèbre les noces de son fils.

GTR ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει οστις εποιησεν γαμους τω υιω αυτου TIS8 ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.

3 Il envoie ses serviteurs convier les invités aux noces. Mais ceux-ci refusent de venir.

GTR και απεστειλεν τους δουλους αυτου καλεσαι τους κεκλημενους εις τους γαμους και ουκ ηθελον ελθειν TIS8 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.

4 Alors il envoie d’autres serviteurs pour insister de sa part auprès des invités : « Portez-leur ce message : J’ai préparé mon banquet, j’ai fait tuer mes jeunes taureaux et mes plus belles bêtes, et tout est prêt. Venez donc aux noces. »

GTR παλιν απεστειλεν αλλους δουλους λεγων ειπατε τοις κεκλημενοις ιδου το αριστον μου ητοιμασα οι ταυροι μου και τα σιτιστα τεθυμενα και παντα ετοιμα δευτε εις τους γαμους TIS8 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.

5 Mais les invités restent indifférents, et s’en vont, l’un à son , l’autre à ses affaires.

GTR οι δε αμελησαντες απηλθον ο μεν εις τον ιδιον αγρον ο δε εις την εμποριαν αυτου TIS8 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·

6 Les autres s’emparent des serviteurs, les maltraitent et les tuent.

GTR οι δε λοιποι κρατησαντες τους δουλους αυτου υβρισαν και απεκτειναν TIS8 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.

7 Alors le roi se met en . Il envoie ses troupes exterminer ces assassins et mettre le feu à leur ville.

GTR ακουσας δε ο βασιλευς ωργισθη και πεμψας τα στρατευματα αυτου απωλεσεν τους φονεις εκεινους και την πολιν αυτων ενεπρησεν TIS8 ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.

8 Ensuite, il dit à ses serviteurs : « Le de noces est prêt, mais les invités n’en étaient pas dignes.

GTR τοτε λεγει τοις δουλοις αυτου ο μεν γαμος ετοιμος εστιν οι δε κεκλημενοι ουκ ησαν αξιοι TIS8 τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·

9 Allez donc aux carrefours des chemins et invitez au tous ceux que vous trouverez. »

GTR πορευεσθε ουν επι τας διεξοδους των οδων και οσους αν ευρητε καλεσατε εις τους γαμους TIS8 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.

10 Alors les serviteurs s’en vont par les routes et rassemblent tous ceux qu’ils rencontrent, méchants et bons, de sorte que la salle des noces se remplit de monde.

GTR και εξελθοντες οι δουλοι εκεινοι εις τας οδους συνηγαγον παντας οσους ευρον πονηρους τε και αγαθους και επλησθη ο γαμος ανακειμενων TIS8 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς, καὶ ἐπλήσθη ὁ νυμφὼν ἀνακειμένων.

11 Le roi entre pour voir l’assistance. Il aperçoit là un homme qui n’a pas d’habit de noces.

GTR εισελθων δε ο βασιλευς θεασασθαι τους ανακειμενους ειδεν εκει ανθρωπον ουκ ενδεδυμενον ενδυμα γαμου TIS8 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·

12 « Mon ami, lui demande-t-il, comment as-tu pu entrer ici sans être habillé comme il convient pour un  ? » L’autre ne trouve rien à répondre.

GTR και λεγει αυτω εταιρε πως εισηλθες ωδε μη εχων ενδυμα γαμου ο δε εφιμωθη TIS8 καὶ λέγει αὐτῷ· ἑταῖρε, πως εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.

13 Alors le roi dit aux serviteurs : « Prenez-le et jetez-le, pieds et poings liés, dans les du dehors où il y a des pleurs et d’amers regrets. »

GTR τοτε ειπεν ο βασιλευς τοις διακονοις δησαντες αυτου ποδας και χειρας αρατε αυτον και εκβαλετε εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων TIS8 τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

14 Car, beaucoup sont invités, mais les élus sont peu nombreux.

GTR πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι TIS8 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.

15 Alors les s’éloignèrent et discutèrent entre eux pour trouver une question à poser à Jésus, afin de le prendre au par ses propres paroles.

GTR τοτε πορευθεντες οι φαρισαιοι συμβουλιον ελαβον οπως αυτον παγιδευσωσιν εν λογω TIS8 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.

16 Ils lui envoyèrent donc quelques-uns de leurs disciples accompagnés de gens du parti d’. Ces émissaires lui dirent : , nous savons que tu dis la et que tu enseignes en toute la voie à suivre selon Dieu. Tu ne te laisses influencer par , car tu ne regardes pas à la position sociale des gens.

GTR και αποστελλουσιν αυτω τους μαθητας αυτων μετα των ηρωδιανων λεγοντες διδασκαλε οιδαμεν οτι αληθης ει και την οδον του θεου εν αληθεια διδασκεις και ου μελει σοι περι ουδενος ου γαρ βλεπεις εις προσωπον ανθρωπων TIS8 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρωδιανῶν λέγοντας· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·

17 Dis-nous donc ce que tu penses de ceci : A-t-on, oui ou non, le droit de payer des à  ?

GTR ειπε ουν ημιν τι σοι δοκει εξεστιν δουναι κηνσον καισαρι η ου TIS8 εἰπὸν οὖν ἡμῖν, τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;

18 Mais Jésus, connaissant leurs mauvaises intentions, leur répondit : Hypocrites ! Pourquoi me tendez-vous un  ?

GTR γνους δε ο ιησους την πονηριαν αυτων ειπεν τι με πειραζετε υποκριται TIS8 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· τί με πειράζετε, ὑποκριταί;

19 Montrez-moi une pièce qui sert à payer cet impôt ! Ils lui présentèrent une pièce d’.

GTR επιδειξατε μοι το νομισμα του κηνσου οι δε προσηνεγκαν αυτω δηναριον TIS8 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.

20 Alors il leur demanda : Cette effigie et cette inscription, de qui sont-elles ?

GTR και λεγει αυτοις τινος η εικων αυτη και η επιγραφη TIS8 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;

21 De . Jésus leur dit alors : Rendez donc à ce qui revient à , et à Dieu ce qui revient à Dieu.

GTR λεγουσιν αυτω καισαρος τοτε λεγει αυτοις αποδοτε ουν τα καισαρος καισαρι και τα του θεου τω θεω TIS8 λέγουσιν· Καίσαρος. τότε λέγει αὐτοῖς· ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.

22 En entendant cette réponse, ils en restèrent tout déconcertés. Ils le laissèrent donc et se retirèrent.

GTR και ακουσαντες εθαυμασαν και αφεντες αυτον απηλθον TIS8 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.

23 Ce même jour, des vinrent le trouver. Ils prétendent que les morts ne ressuscitent pas. Ils lui posèrent la question suivante :

GTR εν εκεινη τη ημερα προσηλθον αυτω σαδδουκαιοι οι λεγοντες μη ειναι αναστασιν και επηρωτησαν αυτον TIS8 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν

24 , a donné cet ordre : Si quelqu’un meurt sans avoir d’, son frère devra épouser sa , pour donner une au défunt.

GTR λεγοντες διδασκαλε μωσης ειπεν εαν τις αποθανη μη εχων τεκνα επιγαμβρευσει ο αδελφος αυτου την γυναικα αυτου και αναστησει σπερμα τω αδελφω αυτου TIS8 λέγοντες· διδάσκαλε, Μωϋσῆς εἶπεν· ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.

25 Or, il y avait parmi nous sept frères. L’aîné s’est marié, et il est mort sans avoir de descendant. Il a donc laissé sa à son frère.

GTR ησαν δε παρ ημιν επτα αδελφοι και ο πρωτος γαμησας ετελευτησεν και μη εχων σπερμα αφηκεν την γυναικα αυτου τω αδελφω αυτου TIS8 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί, καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ.

26 Il est arrivé la même chose au deuxième frère, puis au troisième, et ainsi de suite jusqu’au septième.

GTR ομοιως και ο δευτερος και ο τριτος εως των επτα TIS8 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά.

27 En fin de compte, la femme est décédée elle aussi.

GTR υστερον δε παντων απεθανεν και η γυνη TIS8 ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή.

28 A la , duquel des sept frères sera-t-elle la femme ? Car ils l’ont tous eue pour épouse.

GTR εν τη ουν αναστασει τινος των επτα εσται γυνη παντες γαρ εσχον αυτην TIS8 ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.

29 Jésus leur répondit : Vous êtes dans l’erreur, parce que vous ne connaissez pas les Ecritures, ni quelle est la puissance de Dieu.

GTR αποκριθεις δε ο ιησους ειπεν αυτοις πλανασθε μη ειδοτες τας γραφας μηδε την δυναμιν του θεου TIS8 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ.

30 En effet, une fois ressuscités, les hommes et les ne se marieront plus  ; ils vivront comme les qui sont dans le ciel.

GTR εν γαρ τη αναστασει ουτε γαμουσιν ουτε εκγαμιζονται αλλ ως αγγελοι του θεου εν ουρανω εισιν TIS8 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι θεοῦ ἐν τῷ οὐρανῷ εἰσίν.

31 Quant à la , n’avez-vous donc jamais lu ce que Dieu vous a déclaré :

GTR περι δε της αναστασεως των νεκρων ουκ ανεγνωτε το ρηθεν υμιν υπο του θεου λεγοντος TIS8 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος·

32 Je suis le Dieu d’, le Dieu d’, le Dieu de  ? Dieu n’est pas le Dieu des morts, mais le Dieu des vivants.

GTR εγω ειμι ο θεος αβρααμ και ο θεος ισαακ και ο θεος ιακωβ ουκ εστιν ο θεος θεος νεκρων αλλα ζωντων TIS8 ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν θεὸς νεκρῶν ἀλλὰ ζώντων.

33 Les qui entendaient ses réponses étaient profondément impressionnées par son .

GTR και ακουσαντες οι οχλοι εξεπλησσοντο επι τη διδαχη αυτου TIS8 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

34 En apprenant que Jésus avait réduit au silence les , les se réunirent.

GTR οι δε φαρισαιοι ακουσαντες οτι εφιμωσεν τους σαδδουκαιους συνηχθησαν επι το αυτο TIS8 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό,

35 L’un d’entre eux, un de la Loi, voulut lui tendre un . Il lui demanda :

GTR και επηρωτησεν εις εξ αυτων νομικος πειραζων αυτον και λεγων TIS8 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν·

36 , quel est, dans la Loi, le le plus grand ?

GTR διδασκαλε ποια εντολη μεγαλη εν τω νομω TIS8 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;

37 Jésus lui répondit : Tu aimeras le , ton Dieu, de tout ton cœur, de toute ton âme et de toute ta .

GTR ο δε ιησους ειπεν αυτω αγαπησεις κυριον τον θεον σου εν ολη τη καρδια σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοια σου TIS8 ὁ δὲ ἔφη αὐτῷ· ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.

38 C’est là le le plus grand et le plus important.

GTR αυτη εστιν πρωτη και μεγαλη εντολη TIS8 αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.

39 Et il y en a un second qui lui est semblable : Tu aimeras ton comme toi-même.

GTR δευτερα δε ομοια αυτη αγαπησεις τον πλησιον σου ως σεαυτον TIS8 δευτέρα ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

40 Tout ce qu’enseignent la Loi et les prophètes est contenu dans ces deux commandements.

GTR εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος και οι προφηται κρεμανται TIS8 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.

41 Comme les se trouvaient rassemblés là, Jésus les interrogea à son tour :

GTR συνηγμενων δε των φαρισαιων επηρωτησεν αυτους ο ιησους TIS8 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς

42 Quelle est votre opinion au sujet du  ? D’après vous, de qui descend-il ? De , lui répondirent-ils.

GTR λεγων τι υμιν δοκει περι του χριστου τινος υιος εστιν λεγουσιν αυτω του δαβιδ TIS8 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· τοῦ Δαυείδ.

43 Alors, comment se fait-il que , parlant sous l’ de l’, l’appelle  ? En effet, il déclare :

GTR λεγει αυτοις πως ουν δαβιδ εν πνευματι κυριον αυτον καλει λεγων TIS8 λέγει αὐτοῖς· πῶς οὖν Δαυεὶδ ἐν πνεύματι καλεῖ κύριον αὐτὸν, λέγων·

44 Le a dit à mon  : Viens siéger à ma droite jusqu’à ce que j’aie mis tes ennemis à terre sous tes pieds.

GTR ειπεν ο κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου TIS8 εἶπεν κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου.

45 Si donc l’appelle son , comment est-il possible que le soit son descendant ?

GTR ει ουν δαβιδ καλει αυτον κυριον πως υιος αυτου εστιν TIS8 εἰ οὖν Δαυεὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;

46 Nul ne fut capable de lui donner un mot de réponse et, à partir de ce jour-là, n’osa plus lui poser de question.

GTR και ουδεις εδυνατο αυτω αποκριθηναι λογον ουδε ετολμησεν τις απ εκεινης της ημερας επερωτησαι αυτον ουκετι TIS8 καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

La Bible du Semeur®
Texte copyright © 1992, 1999, 2015 Biblica, Inc.
Utilisé avec la permission de Biblica, Inc. Tous droits internationaux réservés.

« La Bible du Semeur » est une marque déposée auprès de l’Office de l’Union européenne pour la propriété intellectuelle (EUIPO) par Biblica, Inc. Utilisé avec autorisation.

TIS8 — Tischendorf, huitième édition. Texte établi par G. Clint Yale et Ulrik Sandborg-Petersen, MorphGNT ; domaine public. Source.

Continuer l’exploration

Tous les corpus

Bibles, dictionnaires et encyclopédies : poursuivez votre lecture dans l’ensemble des ressources Opera Biblica.