Semeur

Hébreux 10

39 versets
Sources WLC · GTR

1 La Loi de ne possède qu’une des biens à venir et non pas l’ même de ces réalités. Elle ne peut donc en aucun cas amener à la ceux qui s’approchent ainsi de Dieu sur la base des mêmes sacrifices offerts perpétuellement d’année en année.

GTR σκιαν γαρ εχων ο νομος των μελλοντων αγαθων ουκ αυτην την εικονα των πραγματων κατ ενιαυτον ταις αυταις θυσιαις ας προσφερουσιν εις το διηνεκες ουδεποτε δυναται τους προσερχομενους τελειωσαι TIS8 Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις αἷς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι·

2 Si elle l’avait pu, ceux qui participent à ce auraient depuis longtemps cessé d’offrir ces sacrifices car, purifiés une fois pour toutes, ils n’auraient plus eu la chargée d’aucun péché.

GTR επει ουκ αν επαυσαντο προσφερομεναι δια το μηδεμιαν εχειν ετι συνειδησιν αμαρτιων τους λατρευοντας απαξ κεκαθαρμενους TIS8 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους;

3 Mais, en fait, ces sacrifices rappellent chaque année le souvenir des péchés.

GTR αλλ εν αυταις αναμνησις αμαρτιων κατ ενιαυτον TIS8 ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν,

4 En effet, il est impossible que du sang de taureaux et de boucs ôte les péchés.

GTR αδυνατον γαρ αιμα ταυρων και τραγων αφαιρειν αμαρτιας TIS8 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.

5 Voilà pourquoi, en entrant dans le monde, a dit : Tu n’as voulu ni , ni  : tu m’as formé un .

GTR διο εισερχομενος εις τον κοσμον λεγει θυσιαν και προσφοραν ουκ ηθελησας σωμα δε κατηρτισω μοι TIS8 διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·

6 Tu n’as pris nul plaisir aux holocaustes, aux sacrifices pour le péché.

GTR ολοκαυτωματα και περι αμαρτιας ουκ ευδοκησας TIS8 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας·

7 Alors j’ai dit : Voici je viens dans le rouleau du livre, il est question de moi pour faire, ô Dieu, ta .

GTR τοτε ειπον ιδου ηκω εν κεφαλιδι βιβλιου γεγραπται περι εμου του ποιησαι ο θεος το θελημα σου TIS8 τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου.

8 Il commence ainsi par dire : « Tu n’as voulu ni , ni , ni holocaustes, ni sacrifices pour le péché ; tu n’y as pris nul plaisir. » Pourtant, ces sacrifices sont offerts conformément à la Loi.

GTR ανωτερον λεγων οτι θυσιαν και προσφοραν και ολοκαυτωματα και περι αμαρτιας ουκ ηθελησας ουδε ευδοκησας αιτινες κατα τον νομον προσφερονται TIS8 ἀνώτερον λέγων ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ ηὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται,

9 Ensuite il déclare : Voici, je viens pour faire ta . Ainsi il abolit le premier état des choses pour établir le second.

GTR τοτε ειρηκεν ιδου ηκω του ποιησαι ο θεος το θελημα σου αναιρει το πρωτον ινα το δευτερον στηση TIS8 τότε εἴρηκεν, ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ·

10 Et c’est en raison de cette que nous sommes purifiés du péché, au de son propre que a offert une fois pour toutes.

GTR εν ω θεληματι ηγιασμενοι εσμεν [Stephanus (1550) : οι ] δια της προσφορας του σωματος του ιησου χριστου εφαπαξ TIS8 ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.

11 Tout prêtre se présente chaque jour pour accomplir son et offrir souvent les mêmes sacrifices qui, cependant, ne peuvent jamais ôter les péchés.

GTR και πας μεν ιερευς εστηκεν καθ ημεραν λειτουργων και τας αυτας πολλακις προσφερων θυσιας αιτινες ουδεποτε δυνανται περιελειν αμαρτιας TIS8 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ’ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας.

12 , lui, a offert un unique pour les péchés, valable pour toujours, et il s’est assis à la droite de Dieu

GTR αυτος δε μιαν υπερ αμαρτιων προσενεγκας θυσιαν εις το διηνεκες εκαθισεν εν δεξια του θεου TIS8 οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,

13 où il attend désormais que ses ennemis soient mis à terre sous ses pieds.

GTR το λοιπον εκδεχομενος εως τεθωσιν οι εχθροι αυτου υποποδιον των ποδων αυτου TIS8 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ·

14 Par une unique, en effet, il a rendu parfaits pour toujours ceux qu’il purifie du péché.

GTR μια γαρ προσφορα τετελειωκεν εις το διηνεκες τους αγιαζομενους TIS8 μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.

15 C’est là ce que le nous confirme de son côté. Car il dit d’abord :

GTR μαρτυρει δε ημιν και το πνευμα το αγιον μετα γαρ το προειρηκεναι TIS8 μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ εἰρηκέναι,

16 Mais voici quelle je vais conclure avec eux après ces jours-là, dit le  : je placerai mes lois sur leur cœur et je les graverai dans leur .

GTR αυτη η διαθηκη ην διαθησομαι προς αυτους μετα τας ημερας εκεινας λεγει κυριος διδους νομους μου επι καρδιας αυτων και επι των διανοιων αυτων επιγραψω αυτους TIS8 αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς,

17 Puis il ajoute : Je ne tiendrai plus compte ni de leurs péchés, ni de leurs fautes.

GTR και των αμαρτιων αυτων και των ανομιων αυτων ου μη μνησθω ετι TIS8 καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι.

18 Or, lorsque les péchés ont été pardonnés, il n’est plus nécessaire de présenter une pour les ôter.

GTR οπου δε αφεσις τουτων ουκετι προσφορα περι αμαρτιας TIS8 ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.

19 Ainsi donc, frères et sœurs, nous avons une pleine pour entrer dans le , au sang du de Jésus.

GTR εχοντες ουν αδελφοι παρρησιαν εις την εισοδον των αγιων εν τω αιματι ιησου TIS8 Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ,

20 Il nous en a ouvert le chemin, un chemin nouveau et vivant à travers le rideau du , c’est-à-dire à travers son propre .

GTR ην ενεκαινισεν ημιν οδον προσφατον και ζωσαν δια του καταπετασματος τουτ εστιν της σαρκος αυτου TIS8 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ’ ἔστιν τῆς σαρκὸς αὐτοῦ,

21 Ainsi, nous avons un éminent placé à la tête de la .

GTR και ιερεα μεγαν επι τον οικον του θεου TIS8 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ,

22 Approchons-nous donc de Dieu avec un cœur sincère, avec la pleine que donne la foi, le cœur purifié de toute mauvaise , et le lavé d’une eau pure.

GTR προσερχωμεθα μετα αληθινης καρδιας εν πληροφορια πιστεως ερραντισμενοι τας καρδιας απο συνειδησεως πονηρας και λελουμενοι το σωμα υδατι καθαρω TIS8 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς

23 Restons fermement attachés à l’ que nous reconnaissons comme vraie, sans fléchir, car celui qui nous a fait les promesses est fidèle.

GTR κατεχωμεν την ομολογιαν της ελπιδος ακλινη πιστος γαρ ο επαγγειλαμενος TIS8 καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ, κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος,

24 Et veillons les uns sur les autres pour nous encourager mutuellement à l’ et à la pratique du bien.

GTR και κατανοωμεν αλληλους εις παροξυσμον αγαπης και καλων εργων TIS8 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,

25 Ne délaissons pas nos réunions, comme certains en ont pris l’habitude. Au contraire, encourageons-nous mutuellement, et cela d’autant plus que vous voyez se rapprocher le .

GTR μη εγκαταλειποντες την επισυναγωγην εαυτων καθως εθος τισιν αλλα παρακαλουντες και τοσουτω μαλλον οσω βλεπετε εγγιζουσαν την ημεραν TIS8 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.

26 En effet, si, après avoir reçu la de la , nous vivons délibérément dans le péché, il ne plus pour nous de pour les péchés.

GTR εκουσιως γαρ αμαρτανοντων ημων μετα το λαβειν την επιγνωσιν της αληθειας ουκετι περι αμαρτιων απολειπεται θυσια TIS8 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,

27 La seule perspective est alors l’attente terrifiante du et du feu ardent qui embrasera ceux qui se révoltent contre Dieu.

GTR φοβερα δε τις εκδοχη κρισεως και πυρος ζηλος εσθιειν μελλοντος τους υπεναντιους TIS8 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.

28 Celui qui désobéit à la Loi de est mis à mort sans pitié, sur la déposition de deux ou trois témoins.

GTR αθετησας τις νομον μωσεως χωρις οικτιρμων επι δυσιν η τρισιν μαρτυσιν αποθνησκει TIS8 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει·

29 A votre avis, si quelqu’un couvre de mépris le , s’il considère comme sans valeur le sang de l’, par lequel il a été purifié, s’il outrage le , qui nous transmet la divine, ne pensez-vous pas qu’il un plus sévère encore ?

GTR ποσω δοκειτε χειρονος αξιωθησεται τιμωριας ο τον υιον του θεου καταπατησας και το αιμα της διαθηκης κοινον ηγησαμενος εν ω ηγιασθη και το πνευμα της χαριτος ενυβρισας TIS8 πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας;

30 Nous connaissons bien celui qui a déclaré : C’est à moi qu’il appartient de faire  ; c’est moi qui rendrai à chacun son dû, et encore : Le jugera son peuple.

GTR οιδαμεν γαρ τον ειποντα εμοι εκδικησις εγω ανταποδωσω λεγει κυριος και παλιν κυριος κρινει τον λαον αυτου TIS8 οἴδαμεν γὰρ τὸν εἰπόντα, ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω· καὶ πάλιν, κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ.

31 Il est terrible de tomber entre les mains du Dieu vivant  !

GTR φοβερον το εμπεσειν εις χειρας θεου ζωντος TIS8 φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος.

32 Rappelez-vous au contraire les premiers temps où, après avoir été éclairés par Dieu, vous avez enduré les souffrances d’un rude combat.

GTR αναμιμνησκεσθε δε τας προτερον ημερας εν αις φωτισθεντες πολλην αθλησιν υπεμεινατε παθηματων TIS8 Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,

33 Car tantôt vous avez été exposés publiquement aux injures et aux mauvais traitements, tantôt vous vous êtes rendus solidaires de ceux qui étaient traités de cette manière-là.

GTR τουτο μεν ονειδισμοις τε και θλιψεσιν θεατριζομενοι τουτο δε κοινωνοι των ουτως αναστρεφομενων γενηθεντες TIS8 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες·

34 Oui, vous avez pris part à la des prisonniers et vous avez accepté avec joie d’être dépouillés de vos biens, car vous vous saviez en possession de plus précieuses, et qui durent toujours.

GTR και γαρ τοις δεσμοις μου συνεπαθησατε και την αρπαγην των υπαρχοντων υμων μετα χαρας προσεδεξασθε γινωσκοντες εχειν εν εαυτοις κρειττονα υπαρξιν εν ουρανοις και μενουσαν TIS8 καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοὺς κρείσσονα ὕπαρξιν καὶ μένουσαν.

35 N’abandonnez donc pas votre  : une grande lui appartient.

GTR μη αποβαλητε ουν την παρρησιαν υμων ητις εχει μισθαποδοσιαν μεγαλην TIS8 μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν,

36 Car il vous faut de la , afin qu’après avoir accompli la vous obteniez ce qu’il a promis.

GTR υπομονης γαρ εχετε χρειαν ινα το θελημα του θεου ποιησαντες κομισησθε την επαγγελιαν TIS8 ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.

37 Encore un peu de temps, un tout petit peu de temps, et celui qui doit venir viendra, il ne tardera pas.

GTR ετι γαρ μικρον οσον οσον ο ερχομενος ηξει και ου χρονιει TIS8 ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει·

38 Celui qui est juste à mes yeux vivra par la foi, mais s’il retourne en arrière, je ne prends pas plaisir en lui.

GTR ο δε δικαιος εκ πιστεως ζησεται και εαν υποστειληται ουκ ευδοκει η ψυχη μου εν αυτω TIS8 ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.

39 Quant à nous, nous ne sommes pas de ceux qui retournent en arrière pour aller se perdre, mais de ceux qui ont la foi pour être sauvés.

GTR ημεις δε ουκ εσμεν υποστολης εις απωλειαν αλλα πιστεως εις περιποιησιν ψυχης TIS8 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.

La Bible du Semeur®
Texte copyright © 1992, 1999, 2015 Biblica, Inc.
Utilisé avec la permission de Biblica, Inc. Tous droits internationaux réservés.

« La Bible du Semeur » est une marque déposée auprès de l’Office de l’Union européenne pour la propriété intellectuelle (EUIPO) par Biblica, Inc. Utilisé avec autorisation.

TIS8 — Tischendorf, huitième édition. Texte établi par G. Clint Yale et Ulrik Sandborg-Petersen, MorphGNT ; domaine public. Source.

Continuer l’exploration

Tous les corpus

Bibles, dictionnaires et encyclopédies : poursuivez votre lecture dans l’ensemble des ressources Opera Biblica.