Semeur

Marc 15

47 versets
Sources WLC · GTR

1 Dès l’aube, les chefs des prêtres tinrent avec les responsables du peuple, les , et tout le Grand-. Ils firent enchaîner Jésus, l’emmenèrent et le remirent entre les mains de .

GTR και ευθεως επι το πρωι συμβουλιον ποιησαντες οι αρχιερεις μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον δησαντες τον ιησουν απηνεγκαν και παρεδωκαν τω πιλατω TIS8 Καὶ εὐθὺς πρωῒ συμβούλιον ἑτοιμάσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ τῶν γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πειλάτῳ.

2 l’interrogea : Es-tu le roi des Juifs  ? Tu le dis toi-même, lui répondit Jésus.

GTR και επηρωτησεν αυτον ο πιλατος συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις ειπεν αυτω συ λεγεις TIS8 καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πειλᾶτος· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· σὺ λέγεις.

3 Les chefs des prêtres portèrent contre lui de nombreuses accusations.

GTR και κατηγορουν αυτου οι αρχιερεις πολλα [Scrivener (1894) : αυτος δε ουδεν απεκρινατο ] TIS8 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.

4 l’interrogea de nouveau et lui dit : Eh bien ! Tu ne réponds rien ? Tu as entendu toutes les accusations qu’ils portent contre toi ?

GTR ο δε πιλατος παλιν επηρωτησεν αυτον λεγων ουκ αποκρινη ουδεν ιδε ποσα σου καταμαρτυρουσιν TIS8 ὁ δὲ Πειλᾶτος πάλιν ἐπηρώτα αὐτὸν· οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.

5 Mais, au grand étonnement de , Jésus ne répondit plus rien.

GTR ο δε ιησους ουκετι ουδεν απεκριθη ωστε θαυμαζειν τον πιλατον TIS8 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πειλᾶτον.

6 A chaque fête de la , relâchait un prisonnier, celui que le peuple réclamait.

GTR κατα δε εορτην απελυεν αυτοις ενα δεσμιον ονπερ ητουντο TIS8 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο.

7 Or, à ce moment-là, il y avait sous les verrous le nommé avec les agitateurs qui avaient commis un meurtre au cours d’une émeute.

GTR ην δε ο λεγομενος βαραββας μετα των συστασιαστων δεδεμενος οιτινες εν τη στασει φονον πεποιηκεισαν TIS8 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.

8 La foule monta donc au et se mit à réclamer la faveur que le lui accordait d’habitude.

GTR και αναβοησας ο οχλος ηρξατο αιτεισθαι καθως αει εποιει αυτοις TIS8 καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς.

9 répondit : Voulez-vous que je vous relâche le roi des Juifs  ?

GTR ο δε πιλατος απεκριθη αυτοις λεγων θελετε απολυσω υμιν τον βασιλεα των ιουδαιων TIS8 ὁ δὲ Πειλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;

10 Il s’était rendu compte, en effet, que les chefs des prêtres lui avaient livré Jésus par .

GTR εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον οι αρχιερεις TIS8 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.

11 Mais les chefs des prêtres persuadèrent la foule de demander qu’il libère plutôt .

GTR οι δε αρχιερεις ανεσεισαν τον οχλον ινα μαλλον τον βαραββαν απολυση αυτοις TIS8 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.

12 Mais alors, insista , que voulez-vous donc que je fasse de celui que vous appelez le roi des Juifs  ?

GTR ο δε πιλατος αποκριθεις παλιν ειπεν αυτοις τι ουν θελετε ποιησω ον λεγετε βασιλεα των ιουδαιων TIS8 ὁ δὲ Πειλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς· τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων;

13 De nouveau, ils crièrent : Crucifie-le !

GTR οι δε παλιν εκραξαν σταυρωσον αυτον TIS8 οἱ δὲ πάλιν ἔκραξαν· σταύρωσον αὐτόν.

14 Qu’a-t-il fait de mal ? Eux, cependant, crièrent de plus en plus fort : Crucifie-le !

GTR ο δε πιλατος ελεγεν αυτοις τι γαρ κακον εποιησεν οι δε περισσοτερως εκραξαν σταυρωσον αυτον TIS8 ὁ δὲ Πειλᾶτος ἔλεγεν αὐτοῖς· τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν· σταύρωσον αὐτόν.

15 Alors , voulant donner à la foule, leur relâcha et, après avoir fait battre Jésus à coups de fouet, il le livra pour qu’on le crucifie.

GTR ο δε πιλατος βουλομενος τω οχλω το ικανον ποιησαι απελυσεν αυτοις τον βαραββαν και παρεδωκεν τον ιησουν φραγελλωσας ινα σταυρωθη TIS8 ὁ δὲ Πειλᾶτος βουλόμενος ποιῆσαι τὸ ἱκανὸν τῷ ὄχλῳ ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.

16 Les soldats emmenèrent Jésus dans la cour intérieure du et firent venir toute la cohorte.

GTR οι δε στρατιωται απηγαγον αυτον εσω της αυλης ο εστιν πραιτωριον και συγκαλουσιν ολην την σπειραν TIS8 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συνκαλοῦσιν ὅλην τὴν σπεῖραν·

17 Alors ils le revêtirent d’un manteau de couleur pourpre et lui posèrent une tressée de épineux.

GTR και ενδυουσιν αυτον πορφυραν και περιτιθεασιν αυτω πλεξαντες ακανθινον στεφανον TIS8 καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον·

18 Puis ils le saluèrent en disant : , roi des Juifs  !

GTR και ηρξαντο ασπαζεσθαι αυτον χαιρε βασιλευ των ιουδαιων TIS8 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων·

19 Ils le frappaient à la tête avec un roseau et crachaient sur lui, s’agenouillaient et se prosternaient devant lui.

GTR και ετυπτον αυτου την κεφαλην καλαμω και ενεπτυον αυτω και τιθεντες τα γονατα προσεκυνουν αυτω TIS8 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.

20 Quand ils eurent fini de se moquer de lui, ils lui arrachèrent le manteau de couleur pourpre, lui remirent ses vêtements et l’emmenèrent hors de la ville pour le crucifier.

GTR και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια τα ιδια και εξαγουσιν αυτον ινα σταυρωσωσιν αυτον TIS8 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσουσιν.

21 Ils obligèrent un passant qui revenait des champs, de , le père d’ et de , à porter la de Jésus.

GTR και αγγαρευουσιν παραγοντα τινα σιμωνα κυρηναιον ερχομενον απ αγρου τον πατερα αλεξανδρου και ρουφου ινα αρη τον σταυρον αυτου TIS8 καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.

22 Et ils amenèrent Jésus au lieu appelé (ce qui signifie « le lieu du crâne  »).

GTR και φερουσιν αυτον επι γολγοθα τοπον ο εστιν μεθερμηνευομενον κρανιου τοπος TIS8 καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν τόπον, ὅ ἐστιν μεθερμηνευόμενον κρανίου τόπος.

23 Ils lui donnèrent du vin additionné de myrrhe, mais il n’en prit pas.

GTR και εδιδουν αυτω πιειν εσμυρνισμενον οινον ο δε ουκ ελαβεν TIS8 καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον· ὃς δὲ οὐκ ἔλαβεν.

24 Ils le clouèrent sur la . Puis ils se partagèrent ses vêtements, en tirant au sort ce qui reviendrait à chacun.

GTR και σταυρωσαντες αυτον διεμεριζον τα ιματια αυτου βαλλοντες κληρον επ αυτα τις τι αρη TIS8 καὶ σταυροῦσιν αὐτὸν, καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ.

25 Il était environ neuf heures du matin quand ils le crucifièrent.

GTR ην δε ωρα τριτη και εσταυρωσαν αυτον TIS8 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.

26 L’écriteau sur lequel était inscrit le motif de sa portait ces mots : « Le roi des Juifs  ».

GTR και ην η επιγραφη της αιτιας αυτου επιγεγραμμενη ο βασιλευς των ιουδαιων TIS8 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· ὁ βασιλεὺς τῶν Ἰουδαίων.

27 Avec Jésus, ils crucifièrent deux brigands, l’un à sa droite, l’autre à sa gauche.

GTR και συν αυτω σταυρουσιν δυο ληστας ενα εκ δεξιων και ενα εξ ευωνυμων αυτου TIS8 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.

28 [C’est ainsi que s’accomplit ce que disait l’Ecriture : « Il a été mis au des criminels »]

GTR και επληρωθη η γραφη η λεγουσα και μετα ανομων ελογισθη

29 Ceux qui passaient par là lui lançaient des insultes en secouant la tête, et criaient : Hé ! toi qui démolis le et qui le reconstruis en trois jours,

GTR και οι παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων και λεγοντες ουα ο καταλυων τον ναον και εν τρισιν ημεραις οικοδομων TIS8 καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν τρισὶν ἡμέραις,

30 sauve-toi toi-même : descends de la  !

GTR σωσον σεαυτον και καταβα απο του σταυρου TIS8 σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ.

31 De même aussi, les chefs des prêtres se moquaient de lui avec les  ; ils se disaient entre eux : Dire qu’il a sauvé les autres, et qu’il est incapable de se sauver lui-même  !

GTR ομοιως δε και οι αρχιερεις εμπαιζοντες προς αλληλους μετα των γραμματεων ελεγον αλλους εσωσεν εαυτον ου δυναται σωσαι TIS8 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·

32 Lui ! Le  ! Le roi d’  ! Qu’il descende donc de la  ; alors nous verrons, et nous croirons  ! Ceux qui étaient crucifiés avec lui l’insultaient aussi.

GTR ο χριστος ο βασιλευς του ισραηλ καταβατω νυν απο του σταυρου ινα ιδωμεν και πιστευσωμεν και οι συνεσταυρωμενοι αυτω ωνειδιζον αυτον TIS8 ὁ Χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

33 A midi, le pays tout entier fut plongé dans l’obscurité, et cela dura jusqu’à trois heures de l’après-midi.

GTR γενομενης δε ωρας εκτης σκοτος εγενετο εφ ολην την γην εως ωρας εννατης TIS8 Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.

34 Vers trois heures, Jésus cria d’une voix forte : Eloï, Eloï, lama sabachthani ? ce qui signifie : Mon Dieu, mon Dieu, pourquoi m’as-tu abandonné  ?

GTR και τη ωρα τη εννατη εβοησεν ο ιησους φωνη μεγαλη λεγων ελωι ελωι λαμμα σαβαχθανι ο εστιν μεθερμηνευομενον ο θεος μου ο θεος μου εις τι με εγκατελιπες TIS8 καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ· ἑλωῒ ἑλωῒ λεμὰ σαβαχθανεί; ὅ ἐστιν μεθερμηνευόμενον· ὁ θεός μου ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με;

35 En entendant ces paroles, quelques-uns de ceux qui étaient là disaient : Voilà qu’il appelle Elie !

GTR και τινες των παρεστηκοτων ακουσαντες ελεγον ιδου ηλιαν φωνει TIS8 καί τινες τῶν παρεστώτων ἀκούσαντες ἔλεγον· ἴδε Ἡλείαν φωνεῖ.

36 Un homme courut imbiber une éponge de , la piqua au bout d’un roseau et la présenta à Jésus pour qu’il boive, en disant : Laissez-moi faire ! On va bien voir si Elie vient le tirer de là.

GTR δραμων δε εις και γεμισας σπογγον οξους περιθεις τε καλαμω εποτιζεν αυτον λεγων αφετε ιδωμεν ει ερχεται ηλιας καθελειν αυτον TIS8 δραμὼν δέ τις καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἡλείας καθελεῖν αὐτόν.

37 Mais Jésus poussa un grand cri et expira.

GTR ο δε ιησους αφεις φωνην μεγαλην εξεπνευσεν TIS8 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν.

38 Alors, le rideau du se déchira en deux, de haut en bas.

GTR και το καταπετασμα του ναου εσχισθη εις δυο απο ανωθεν εως κατω TIS8 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω.

39 Voyant de quelle manière il était mort, l’officier romain, qui se tenait en face de Jésus, dit : Cet homme était vraiment le  !

GTR ιδων δε ο κεντυριων ο παρεστηκως εξ εναντιας αυτου οτι ουτως κραξας εξεπνευσεν ειπεν αληθως ο ανθρωπος ουτος υιος ην θεου TIS8 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν· ἀληθῶς οὗτος ὁ ἄνθρωπος υἱὸς ἦν θεοῦ.

40 Il y avait aussi là quelques qui regardaient de loin. Parmi elles, de , la mère de le Jeune et de Joses, ainsi que .

GTR ησαν δε και γυναικες απο μακροθεν θεωρουσαι εν αις ην και μαρια η μαγδαληνη και μαρια η του ιακωβου του μικρου και ιωση μητηρ και σαλωμη TIS8 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη,

41 Quand il était en , c’étaient elles qui l’avaient suivi en étant à son . Il y avait aussi beaucoup d’autres qui étaient montées avec lui à .

GTR αι και οτε ην εν τη γαλιλαια ηκολουθουν αυτω και διηκονουν αυτω και αλλαι πολλαι αι συναναβασαι αυτω εις ιεροσολυμα TIS8 αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

42 Le soir venu c’était le jour de la préparation, c’est-à-dire la du

GTR και ηδη οψιας γενομενης επει ην παρασκευη ο εστιν προσαββατον TIS8 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν προσάββατον,

43 arriva. C’était un membre éminent du Grand- qui, lui aussi, vivait dans l’attente du . Il eut le de se rendre chez pour lui demander le de Jésus.

GTR ηλθεν ιωσηφ ο απο αριμαθαιας ευσχημων βουλευτης ος και αυτος ην προσδεχομενος την βασιλειαν του θεου τολμησας εισηλθεν προς πιλατον και ητησατο το σωμα του ιησου TIS8 ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν Πειλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.

44 fut surpris d’apprendre que Jésus était déjà mort. Il fit appeler l’officier de et lui demanda s’il était mort depuis longtemps.

GTR ο δε πιλατος εθαυμασεν ει ηδη τεθνηκεν και προσκαλεσαμενος τον κεντυριωνα επηρωτησεν αυτον ει παλαι απεθανεν TIS8 ὁ δὲ Πειλᾶτος ἐθαύμαζεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν·

45 Renseigné par le centurion, il autorisa à disposer du .

GTR και γνους απο του κεντυριωνος εδωρησατο το σωμα τω ιωσηφ TIS8 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ.

46 Celui-ci, après avoir acheté un drap de lin, descendit le de la , l’enveloppa dans le drap et le déposa dans un tombeau taillé dans le roc. Puis il roula un bloc de devant l’entrée du tombeau.

GTR και αγορασας σινδονα και καθελων αυτον ενειλησεν τη σινδονι και κατεθηκεν αυτον εν μνημειω ο ην λελατομημενον εκ πετρας και προσεκυλισεν λιθον επι την θυραν του μνημειου TIS8 καὶ ἀγοράσας σινδόνα, καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνήματι ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.

47 de et , mère de Joses, regardaient où il le mettait.

GTR η δε μαρια η μαγδαληνη και μαρια ιωση εθεωρουν που τιθεται TIS8 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται.

La Bible du Semeur®
Texte copyright © 1992, 1999, 2015 Biblica, Inc.
Utilisé avec la permission de Biblica, Inc. Tous droits internationaux réservés.

« La Bible du Semeur » est une marque déposée auprès de l’Office de l’Union européenne pour la propriété intellectuelle (EUIPO) par Biblica, Inc. Utilisé avec autorisation.

TIS8 — Tischendorf, huitième édition. Texte établi par G. Clint Yale et Ulrik Sandborg-Petersen, MorphGNT ; domaine public. Source.

Continuer l’exploration

Tous les corpus

Bibles, dictionnaires et encyclopédies : poursuivez votre lecture dans l’ensemble des ressources Opera Biblica.