Semeur

1 Corinthiens 16

24 versets
Sources WLC · GTR

1 Venons-en à la question de la en faveur de ceux qui, en , font partie du peuple saint  : j’ai déjà donné mes directives aux Eglises de la . Suivez-les, vous aussi.

GTR περι δε της λογιας της εις τους αγιους ωσπερ διεταξα ταις εκκλησιαις της γαλατιας ουτως και υμεις ποιησατε TIS8 Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.

2 Que tous les dimanches chacun de vous mette de côté, chez lui, une somme d’ selon ce qu’il aura lui-même gagné, pour qu’on n’ait pas besoin d’organiser des collectes au moment de mon arrivée.

GTR κατα μιαν σαββατων εκαστος υμων παρ εαυτω τιθετω θησαυριζων ο τι αν ευοδωται ινα μη οταν ελθω τοτε λογιαι γινωνται TIS8 κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἂν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται.

3 Quand je serai venu, j’enverrai à , pour y porter vos dons, les hommes que vous aurez choisis, munis de lettres de recommandation.

GTR οταν δε παραγενωμαι ους εαν δοκιμασητε δι επιστολων τουτους πεμψω απενεγκειν την χαριν υμων εις ιερουσαλημ TIS8 ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι’ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ·

4 S’il vaut la peine que j’y aille moi-même, ils iront avec moi.

GTR εαν δε η αξιον του καμε πορευεσθαι συν εμοι πορευσονται TIS8 ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.

5 Je compte venir chez vous après avoir traversé la car je vais passer par cette province.

GTR ελευσομαι δε προς υμας οταν μακεδονιαν διελθω μακεδονιαν γαρ διερχομαι TIS8 ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι,

6 Peut-être séjournerai-je quelque temps chez vous, ou même y passerai-je l’hiver : ce sera pour vous l’occasion de m’aider à continuer mon voyage vers ma destination.

GTR προς υμας δε τυχον παραμενω η και παραχειμασω ινα υμεις με προπεμψητε ου εαν πορευωμαι TIS8 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.

7 En effet, je ne veux pas me contenter de vous voir en passant. Je compte quelque temps avec vous, si le le permet.

GTR ου θελω γαρ υμας αρτι εν παροδω ιδειν ελπιζω δε χρονον τινα επιμειναι προς υμας εαν ο κυριος επιτρεπη TIS8 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ.

8 Pour le moment, je vais rester à Ephèse jusqu’à la ,

GTR επιμενω δε εν εφεσω εως της πεντηκοστης TIS8 ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·

9 car j’y ai trouvé de grandes possibilités d’action en même temps que beaucoup d’adversaires.

GTR θυρα γαρ μοι ανεωγεν μεγαλη και ενεργης και αντικειμενοι πολλοι TIS8 θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.

10 Si arrive, veillez à ce qu’il se sente à l’aise parmi vous, car il travaille à l’œuvre du , tout comme moi.

GTR εαν δε ελθη τιμοθεος βλεπετε ινα αφοβως γενηται προς υμας το γαρ εργον κυριου εργαζεται ως και εγω TIS8 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ·

11 Que ne le méprise donc. A son départ, fournissez-lui les moyens de revenir dans la paix auprès de moi, car je l’attends, lui et les frères qui l’accompagnent.

GTR μη τις ουν αυτον εξουθενηση προπεμψατε δε αυτον εν ειρηνη ινα ελθη προς με εκδεχομαι γαρ αυτον μετα των αδελφων TIS8 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.

12 Quant à notre frère , je l’ai encouragé à plusieurs reprises à se joindre aux frères qui retournent chez vous, mais il n’a pas du tout l’intention d’entreprendre ce voyage maintenant. Il ira certainement dès qu’il en trouvera l’occasion.

GTR περι δε απολλω του αδελφου πολλα παρεκαλεσα αυτον ινα ελθη προς υμας μετα των αδελφων και παντως ουκ ην θελημα ινα νυν ελθη ελευσεται δε οταν ευκαιρηση TIS8 Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.

13 Soyez vigilants, demeurez fermes dans la foi, faites preuve de , soyez forts.

GTR γρηγορειτε στηκετε εν τη πιστει ανδριζεσθε κραταιουσθε TIS8 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε·

14 Que l’ inspire toutes vos actions.

GTR παντα υμων εν αγαπη γινεσθω TIS8 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.

15 Encore une recommandation, frères et sœurs : vous connaissez et sa . Vous vous souvenez qu’ils ont été les premiers à se convertir au dans toute l’. Vous savez qu’ils se sont spontanément mis au des membres du peuple saint.

GTR παρακαλω δε υμας αδελφοι οιδατε την οικιαν στεφανα οτι εστιν απαρχη της αχαιας και εις διακονιαν τοις αγιοις εταξαν εαυτους TIS8 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἔστιν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·

16 Soumettez-vous, vous aussi, à de telles personnes et à ceux qui partagent leur et leurs efforts.

GTR ινα και υμεις υποτασσησθε τοις τοιουτοις και παντι τω συνεργουντι και κοπιωντι TIS8 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.

17 Je suis heureux de la visite de , de et d’  : ils ont fait pour moi ce que votre éloignement vous a empêchés de faire.

GTR χαιρω δε επι τη παρουσια στεφανα και φουρτουνατου και αχαικου οτι το υμων υστερημα ουτοι ανεπληρωσαν TIS8 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν,

18 Ils m’ont réconforté, comme ils l’ont souvent fait pour vous. Sachez donc apprécier de tels hommes.

GTR ανεπαυσαν γαρ το εμον πνευμα και το υμων επιγινωσκετε ουν τους τοιουτους TIS8 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.

19 Les Eglises de la province d’Asie vous saluent. Aquilas et Prisca vous envoient leurs au nom du , ainsi que l’Eglise qui se réunit dans leur maison.

GTR ασπαζονται υμας αι εκκλησιαι της ασιας ασπαζονται υμας εν κυριω πολλα ακυλας και πρισκιλλα συν τη κατ οικον αυτων εκκλησια TIS8 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.

20 Tous les frères et sœurs vous saluent. Saluez-vous les uns les autres en vous donnant le fraternel.

GTR ασπαζονται υμας οι αδελφοι παντες ασπασασθε αλληλους εν φιληματι αγιω TIS8 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.

21 C’est moi, Paul, qui écris cette salutation de ma propre main.

GTR ο ασπασμος τη εμη χειρι παυλου TIS8 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.

22 Si quelqu’un n’aime pas le , qu’il soit maudit. Marana tha. (Notre , viens  !)

GTR ει τις ου φιλει τον κυριον ιησουν χριστον ητω αναθεμα μαραν αθα TIS8 εἴ τις οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. μαρὰν ἀθά.

23 Que la du Jésus soit avec vous  !

GTR η χαρις του κυριου ιησου χριστου μεθ υμων TIS8 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ’ ὑμῶν.

24 Mon vous accompagne tous, dans l’union avec . Amen !

GTR η αγαπη μου μετα παντων υμων εν χριστω ιησου αμην [προς κορινθιους πρωτη εγραφη απο φιλιππων δια στεφανα και φουρτουνατου και αχαικου και τιμοθεου] TIS8 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.

La Bible du Semeur®
Texte copyright © 1992, 1999, 2015 Biblica, Inc.
Utilisé avec la permission de Biblica, Inc. Tous droits internationaux réservés.

« La Bible du Semeur » est une marque déposée auprès de l’Office de l’Union européenne pour la propriété intellectuelle (EUIPO) par Biblica, Inc. Utilisé avec autorisation.

TIS8 — Tischendorf, huitième édition. Texte établi par G. Clint Yale et Ulrik Sandborg-Petersen, MorphGNT ; domaine public. Source.

Continuer l’exploration

Tous les corpus

Bibles, dictionnaires et encyclopédies : poursuivez votre lecture dans l’ensemble des ressources Opera Biblica.