Semeur

1 Thessaloniciens 5

28 versets
Sources WLC · GTR

1 Quant à l’époque et au moment de ces événements, vous n’avez pas besoin, frères et sœurs, qu’on vous écrive à ce sujet  :

GTR περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι TIS8 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι·

2 vous savez fort bien vous-mêmes que le viendra de façon aussi inattendue qu’un voleur en pleine nuit.

GTR αυτοι γαρ ακριβως οιδατε οτι η ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται TIS8 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.

3 Lorsque les gens diront : « Paix et sécurité ! », alors la ruine fondra subitement sur eux, comme les douleurs saisissent la femme enceinte, et aucun n’échappera.

GTR οταν γαρ λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιος αυτοις εφισταται ολεθρος ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν TIS8 ὅταν λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐπίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.

4 Mais vous, frères et sœurs, vous n’êtes pas dans les pour que le vous surprenne comme un voleur.

GTR υμεις δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμας ως κλεπτης καταλαβη TIS8 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ,

5 Car vous êtes tous enfants de la , enfants du jour. Nous n’appartenons ni à la nuit ni aux .

GTR παντες υμεις υιοι φωτος εστε και υιοι ημερας ουκ εσμεν νυκτος ουδε σκοτους TIS8 πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·

6 Ne dormons donc pas comme le des hommes, mais restons vigilants et faisons preuve de modération.

GTR αρα ουν μη καθευδωμεν ως και οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν TIS8 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.

7 Ceux qui dorment, dorment la nuit, et ceux qui s’enivrent, s’enivrent la nuit.

GTR οι γαρ καθευδοντες νυκτος καθευδουσιν και οι μεθυσκομενοι νυκτος μεθυουσιν TIS8 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·

8 Mais nous qui sommes enfants du jour, faisons preuve de modération  : revêtons-nous de la cuirasse de la foi et de l’, et mettons le casque de l’ du .

GTR ημεις δε ημερας οντες νηφωμεν ενδυσαμενοι θωρακα πιστεως και αγαπης και περικεφαλαιαν ελπιδα σωτηριας TIS8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·

9 Car Dieu ne nous a pas destinés à connaître sa , mais à posséder le par notre  :

GTR οτι ουκ εθετο ημας ο θεος εις οργην αλλ εις περιποιησιν σωτηριας δια του κυριου ημων ιησου χριστου TIS8 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

10 il est mort pour nous afin que, vivants ou morts, nous entrions ensemble, avec lui, dans la vie.

GTR του αποθανοντος υπερ ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν TIS8 τοῦ ἀποθανόντος περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.

11 C’est pourquoi encouragez-vous les uns les autres et aidez-vous mutuellement à grandir dans la foi, comme vous le faites déjà.

GTR διο παρακαλειτε αλληλους και οικοδομειτε εις τον ενα καθως και ποιειτε TIS8 διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.

12 Nous vous demandons, frères et sœurs, d’apprécier ceux qui travaillent parmi vous, qui vous dirigent au nom du et qui vous avertissent.

GTR ερωτωμεν δε υμας αδελφοι ειδεναι τους κοπιωντας εν υμιν και προισταμενους υμων εν κυριω και νουθετουντας υμας TIS8 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς,

13 Témoignez-leur une grande estime et de l’affection à cause de leur . Vivez en paix entre vous.

GTR και ηγεισθαι αυτους υπερ εκπερισσου εν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοις TIS8 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν αὐτοῖς.

14 Nous vous le recommandons, frères et sœurs : avertissez ceux qui mènent une vie déréglée, réconfortez ceux qui sont découragés, soutenez les , soyez patients envers tous.

GTR παρακαλουμεν δε υμας αδελφοι νουθετειτε τους ατακτους παραμυθεισθε τους ολιγοψυχους αντεχεσθε των ασθενων μακροθυμειτε προς παντας TIS8 παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.

15 Veillez à ce que ne rende le mal pour le mal mais, en toute occasion, recherchez le bien, dans vos rapports mutuels comme envers tous les hommes.

GTR ορατε μη τις κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε και εις αλληλους και εις παντας TIS8 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδοῖ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας.

16 Soyez toujours dans la joie.

GTR παντοτε χαιρετε TIS8 πάντοτε χαίρετε,

17 Priez sans cesse.

GTR αδιαλειπτως προσευχεσθε TIS8 ἀδιαλείπτως προσεύχεσθε,

18 Remerciez Dieu en toute circonstance  : telle est pour vous la que Dieu a exprimée en .

GTR εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εις υμας TIS8 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.

19 N’éteignez pas l’action de l’  :

GTR το πνευμα μη σβεννυτε TIS8 τὸ πνεῦμα μὴ σβέννυτε,

20 ne méprisez pas les prophéties  ;

GTR προφητειας μη εξουθενειτε TIS8 προφητείας μὴ ἐξουθενεῖτε·

21 au contraire, examinez toutes choses, retenez ce qui est bon,

GTR παντα δοκιμαζετε το καλον κατεχετε TIS8 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,

22 et gardez-vous de ce qui est mauvais, sous quelque que ce soit.

GTR απο παντος ειδους πονηρου απεχεσθε TIS8 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

23 Que le Dieu de paix vous rende lui-même entièrement saints et qu’il vous parfaitement , âme et pour que vous soyez irréprochables lors de la venue de notre .

GTR αυτος δε ο θεος της ειρηνης αγιασαι υμας ολοτελεις και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη TIS8 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.

24 Celui qui vous appelle est fidèle et c’est lui qui accomplira tout cela.

GTR πιστος ο καλων υμας ος και ποιησει TIS8 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.

25 et sœurs, priez aussi pour nous.

GTR αδελφοι προσευχεσθε περι ημων TIS8 Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.

26 Saluez-vous entre vous par un fraternel.

GTR ασπασασθε τους αδελφους παντας εν φιληματι αγιω TIS8 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.

27 Je vous en conjure par le  : que cette lettre soit lue à tous les frères et sœurs.

GTR ορκιζω υμας τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοις αγιοις αδελφοις TIS8 ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.

28 Que la de notre soit avec vous.

GTR η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων αμην [προς θεσσαλονικεις πρωτη εγραφη απο αθηνων] TIS8 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.

La Bible du Semeur®
Texte copyright © 1992, 1999, 2015 Biblica, Inc.
Utilisé avec la permission de Biblica, Inc. Tous droits internationaux réservés.

« La Bible du Semeur » est une marque déposée auprès de l’Office de l’Union européenne pour la propriété intellectuelle (EUIPO) par Biblica, Inc. Utilisé avec autorisation.

TIS8 — Tischendorf, huitième édition. Texte établi par G. Clint Yale et Ulrik Sandborg-Petersen, MorphGNT ; domaine public. Source.

Continuer l’exploration

Tous les corpus

Bibles, dictionnaires et encyclopédies : poursuivez votre lecture dans l’ensemble des ressources Opera Biblica.